Ancient Greek
308.1
Hippiatrica, Hippiatrica Berolinensia 308.1
Unproofread scanNot analysed yet
νοῦς. ταῦτα οὐ δεῖ καλεῖν, εἰσὶ γὰρ χρυσσοί. ἔστι δὲ καὶ ἑτερόν τι γένος χρυσσῶν, ὃ γίνεται μὲν κρυπτῶς, ἐπιγινώσκεται δέ, ὅταν ἀναπέσῃ ἐν τῇ στάσει καὶ ποιήσῃ πλεῖονα χρόνον κατακείμενος. ἐγερθῆναι γὰρ οὐ δύναται, ἐὰν μὴ τις αὐτῷ βοηθήσῃ. ἀναστὰς δὲ ἀποτέτακε τὸν μηρὸν καὶ τὸ σκέλος καὶ ἐπισύρει μακρόν. μάλιστα δὲ αὐτῷ χειμῶνος τοῦτο συμβαίνει· ὕποκαθίσταται δὲ ἐλαυνόμενος καὶ περιπατήσας εἰς τὸ κατὰ φύσιν.