Ancient Greek
314.2
Hippiatrica, Hippiatrica Berolinensia 314.2
Unproofread scanNot analysed yet
r κεφάλαιον οθʹ περὶ ἀποστήματος. Ἱεροκλέους. Ἐὰν ἀπόστημα ἐπιγίνηται ἐξ ἄλματος ἢ κυλίσματος ἢ πληγῆς ἢ πτώματος, ἄσβεστον τριῶν λίαν, καὶ παραχέας οἶνον, ἐλαίου τὸ αὐτὸ μέτρον ἐπίβαλλε. καὶ ὅταν γένηται τὸ πάχος γλοιῶδες, περιχρίσων τὸν ἐπηρμένον τόπον, προσεπιλαμβάνων ὀλίγον τι καὶ τοῦ ὑγιοῦς. ἢ ἄλευρον πύρινον καθαρώτατον, φυράσας ὀξος, ἐπιχέας καὶ μάννης ὀλὰς δύο καὶ ῥῶ βʹ, ποιήσας τὸ πάχος μέλιτος, κατάχρισον τὸν ἐπηρμένον τόπον, καὶ τοῦ ὑγιοῦς προσεπιλαμβανών. |