Ancient Greek
315.1
Hippiatrica, Hippiatrica Berolinensia 315.1
Unproofread scanNot analysed yet
καταχρισθῶ ἐπὶ ἑπτὰ ἡμέρας δις τῆς ἡμέρας, ἵνα ἐκπέσῃ τὰ ἐσχαρώματα, εἶτα ἀποσμηχέσθω οἴνῳ παλαιῷ καὶ ὕδατι θερμῷ μεμιγμένοις. μετὰ δὲ τὴν ἀπόσμηξιν εὐθέως καταβρεχέσθω οἴνῳ καὶ ἑλαίῳ, προσεμπασσόμενον ἀλεύρου ὀροβίνου. ἐὰν δὲ σὸς μὴ εὐπορήσῃς γλοιοῦ, κηρὸν καὶ πίσσαν ὑγρὰν καὶ στέαρ χοίρειον καὶ ἄλις καὶ ἑλαίου, τρίψας ἐν ταύτῳ καταχρίε πτεροῖς. ἐὰν δὲ ἑβδομαίῳ γενόμενῳ ἐκ τοῦ καταχρίσματος μὴ ἐκπέσῃ τὰ ἐσχαρώματα, δέος, μὴ ἀπέρρωγέ τι τῶν ἐντός, καὶ ἀφύκτω κινδύνῳ περιπέσῃ. ὁ δὲ ἀρίστος τῶν καιτηρίων καιρὸς ὁ ἑαρινὸς καὶ θερινός.