Ancient Greek
32.3
Hippiatrica, Hippiatrica Berolinensia 32.3
Unproofread scanNot analysed yet
Ἱεροκλέους περὶ μάλεως ὕγρας, ὑποδερματίτι- 10 δος, ἀρθρίτιδος καὶ ξηρᾶς. 10 Τῆς καλουμένης μάλεως, ὁ μέγιστον ἂν νομίζοιτο τῶν ἀφρωστημάτων καὶ σφαλερώτατον, ἔστι γένη τέσσαρα· ἡ μὲν γὰρ ἔστιν ὕγρα, ἡ δὲ ὑποδερματίτις, ἡ δὲ ἀρθρίτις, ἡ δὲ ξηρά. τούτων αἱ μὲν εἰσὶν εὐθεράπευτοι, ἡ δὲ δύσθεράπευτος, ἡ δὲ 15 ἀθεράπευτος. καὶ ἡ μὲν ὕγρα, ἐξ ἧς διὰ μυκτήρων λεπτὸς καὶ ὑδατώδης ἰχὼρ φέρεται, εὐιάτος ἔστιν. ὁμοίως καὶ ἡ ὑποδερματίτις, ἐξ ἧς συμβαίνει ψωρίασις, ἡ δὲ ἀρθρίτις δυσθεράπευτος, ἡ δὲ ξηρά, ὡς λέγουσιν, ἀθεράπευτος.