Ancient Greek
320.9
Hippiatrica, Hippiatrica Berolinensia 320.9
Unproofread scanNot analysed yet
πολλοὶ δὲ καὶ τὴν ὀζὰν τοῦ μόρου ὕδατι ἐφήσαντες, τὰ περὶ ηψημένον ἐν ὕδατι, καὶ νίτρον καὶ ἅλος ἑκάστου στατῆρας ἡ', τούτῳ θερμῷ συγχρίομεν. καὶ διὰ τῶν ῥινῶν δὲ ἐγχυματίζεω στέαρ χοίρειον καὶ μέλι καὶ ἔλαιον συντήσαντας. πρῶτον δὲ δεῖ τῆκειν τὸ στέαρ, καὶ τὸ μέλι τετηχὸς χωρὶς ἐπιχεῖν καὶ τὸ ἔλαιον, καὶ πάλιν οἴνῳ συναναξέσαντας διδόναι. ἐχρησάμεθα δὲ καὶ τῷ διὰ βδελλίου συγκειμένῳ μαλάγματι, ἀνιέντες αὐτὸ ἐλαίῳ ἐπ' ἀνθράκων, κάλλιον δὲ Κυπρίῳ, μεθ' οὗ τὴν κεφαλὴν δεῖ καὶ τὸν αὐχένα καὶ πάντα τόπον τοῦ σώματος ὑπαλείφειν, τρίψει χρωμένους, καὶ σκεπάσαντας αὐτὸν ἐπιβλήμασι, καὶ χαλινώσαντας ἄγειν εἰς τόπον εὐήλιον, γυμνάζοντας δρόμῳ τῷ διὰ τῆς κάλπης, ἐπικαθημένου τινὸς αὐτῷ, ὥστε ποιεῖν ἰδρώσαι ἐπὶ πλεῖστον, καὶ τὴν ὑγρασίαν πᾶσαν ἀπομάττειν καὶ ἀποτρίβειν κατὰ τρίχα, καὶ τούτῳ χρωμένους συγχρίειν καθ' ἡμέραν, καὶ ἐπὶ τὴν νομὴν ἀπολύειν, ἕως ἂν ἐνδῷ τὸ πάθος. 4 καὶ τῇ λοιπῇ δὲ τροφῇ χρῆσθαι παντοδαπῇ, μάλιστα ταῖς κριθαῖς μίσγοντας ἐρεβίνθους, ἵνα ἢ τὰ χελύνια ἐν κινήσει, κυάμους δὲ μὴ βάλλειν, ἀπανθᾶ γὰρ ἀφύμενος αὐτῶν, καὶ τὸ ποτὸν δὲ διδόναι κραματοποιούντας τῷ οἴνῳ, καὶ τὸ νίτρον ἐμπάσσοντας. δαφιλεστέραν δὲ ποιεῖν τὴν σύγχρισιν τοῦ φαρμάκου, καὶ ἱστᾶν χειμῶνος ἐν τόπῳ θερμῷ ἐσκεπασμένον. ἐν δὲ τῇ μίξει τοῦ οἴνου τῇ εἰς τὸ ἔλαιον ἄθετον τὴν σύγχρισιν ἐπέγνωσιν· ἀναψύχων γὰρ ὁ οἶνος ἐπισυνδεσμεύει. ὠφέλιμον δὲ τούτῳ καὶ τὸ ἀλείφειν αὐτὸν πιτσελαίῳ