Ancient Greek
325.1
Hippiatrica, Hippiatrica Berolinensia 325.1
Unproofread scanNot analysed yet
Εὐμήλου πρὸς πᾶσαν ἀπὸ θηρίου πληγὴν. χʹθʹ Καλάμῳ τὸ τραῦμα κατακέντησον, ἢ τοῦτον αὐτὸν τὸν 271 κάλαμον κατακαύσας, τῇ τέφρᾳ τὸ ζῷον ἀπότριβε. ἢ βοτάνην τὴν ἄρτεμισίαν μετὰ χαμαμηλοῦ λειώσας καὶ μίξας οἴνῳ, δίδου πιεῖν. ἢ δίχη βοτάνης προσωπίτιδος τῷ αὐτῷ τρόπῳ ποιεῖ. ἢ συκῆς ὀλζης γράμματα δʹ μετὰ οἴνου ζέστων ἑνὸς χλιάνας, διὰ μυκτηρῶν δίδου. ἢ γῆν μετὰ ἐλαίου καὶ ὄξους καὶ λασάρου, ἢ νεοσσὸν χελιδόνος κοιλίαν, ἢ τὴν καλὶαν τῶν αὐτῶν νεοττῶν λειώσας ἐπιτίθει τῷ πλήγματι. ἢ καλᾶμων κεκαυμένων τέφραν οἴνῳ ἀναλύσας πότιζε.