Ancient Greek
332.2
Hippiatrica, Hippiatrica Berolinensia 332.2
Unproofread scanNot analysed yet
φ λ' εἰς τὸ αὐτὸ Ἱεροκλέους. 277v 2 Εἰώθασι βδέλλαι πίνοντος τοῦ ἵππου ἐμπίπτειν εἰς τὸ στόμα, ὡς χρὴ διανοίξαντα τὸ στόμα ἀφαιρεῖν. εἰ δὲ κάτω παρέλθοιεν πλείους ἐπὶ τὴν φάρυγα, κινδυνεύει. χρὴ οὖν ὕδρελαίφ ἐγχυματίσαι καὶ ἀπορρίψαι αὐτάς. ἕτεροι δὲ συμβουλεύουσιν ἄλλ λεπτῷ παρατρίψαι, ἢ ἀριστολογείας τῆς παχείας τριψάντα ἐν ὀξεὶ ὀρμυτάτῳ, ποιήσαντα μέλιτος πάχος, καὶ ἔλαιον ἐπιχέαντα διατρίβειν, ὅπου προσκάθηνται, ἀπολαβόντα τὴν γλῶσσαν ἔξω τοῦ στόματος. προσῆκει δὲ τοὺς ταῖς ἄγελαις ἐφεστηκότας προσέχειν τοῖς ὕδασι φυλασσομένους τὰς βδέλλας, ἵνα μὴ <ἐν τῷ ποτῷ ὑπὸ τῶν ἵππων καταποθῶσι καὶ> ὑπὸ τὴν γλῶσσαν καὶ τὰ χελώνια πινόντων τῶν ἵππων ἐμπλέκωνται. εἰ δὲ αἰσθοῖντο οὕδας ἐν τῷ στόματι, ἀναγκαῖον καταστρέφειν τὸν ἵππον καὶ ἐκλέγειν αὐτάς.