Ancient Greek
34.2
Hippiatrica, Hippiatrica Berolinensia 34.2
Unproofread scanNot analysed yet
14 Θεραπεύειν οὖν χοῇ αἵματος ἀφαιρέσει ἀπὸ τῶν ἐν τῷ προσώπῳ φλεβῶν ὑπὸ τὸ μῆλον καὶ τῶν ἐν τῷ στήθει, ἐπὶ δὲ καὶ ἀπὸ τῶν ἐν τοῖς μεσοκυνίοις. προσφέρειν τε τροφὴν παντοίαν, καὶ ἐγχυματίζειν διὰ μυκτηρῶν οἴνῳ, ἠψημένου ἐν αὐτῷ πενταυρίου καὶ ἀψινθίου καὶ πευκεδανίου, καὶ ἑτέρους δὲ ποιεῖν ἐγχυματισμοὺς τοῦσδε· κολοκυντίδος Αἰγυπτίας σπέρμα ὅσον ὀξυβάφου μέτρον φρύξας καὶ κόψας, καὶ ἐν οἴνῳ λευκῷ εὐώδους κοτύλας δυσὶ μίξας, καὶ ἐν ὀθονίῳ διηθήσας, ἔγχει διὰ τοῦ δεξιοῦ μυκτηρος. τῇ ἐντερίωνῃ δὲ τῆς κολοκυντίδος δύνασαι καὶ μὴ πεφρυγμένη ἀντὶ τοῦ σπέρματος χορ- 17 σασθαι, |ἢ σικύον ἀγρίου δίξαν κόψας λεπτῶς ὅσον ἡμισυ μνᾶς, ἐπίχεες ὕδατος κοτύλας δύο, καὶ βρέξας νύκτα μίαν, εἶτα ἀνατρίψας διήθησον, μίξας τε νίτρου ὀλκὰς τρεῖς κεκομμένου, καὶ καταλαβὼν τὴν γλῶτταν ἐγχυμάτιζε διὰ στόματος τὸ ἥμισυ τοῦ φαρμάκου ἐπὶ ἡμέρας ἐπτά, τὸ δὲ λοιπόν, ᾧ ποτίζεις, ὕδατι μίγχε. φλεβοτομεῖσθω μέντοι κατ’ ἀρχάς, ὡς, ἂν χρόνιον ἢ τὸ πᾶθος, ἢ φλεβοτομία περιττὴ τῆς δυνάμεως