Ancient Greek
341.2
Hippiatrica, Hippiatrica Berolinensia 341.2
Unproofread scanNot analysed yet
2 ὅταν δὲ ἢ ἐκ τῶν ὀδοιποριῶν καὶ φορτίων ὀὐσὶν ἔχων ἐπὶ τὸ γόνυ, ἢ ἐκ προσκρούσματος πονῇ αὐτὸ καὶ χωλενὴ χρονίως, ἢ ὀλισθήσας καὶ πεσὼν διάτασιν πάθῃ τῶν ὀστέων, ἢ τὰ σφυρὰ ἐξ ὀδοιποριῶν καὶ φορτίων συμβαίνῃ πονεῖν καὶ τὰ ἐν αὐτοῖς νεῦρα καὶ τὰς ἀρτηρίας οἰδαίνειν, καὶ γίνεσθαι ἐκ τούτου παράσφυρον, καὶ τοῦτον δεῖ καεῖν. ὅσις δὲ ῥεύματα ἐμπίπτει εἰς τὰ σφυρά, ἃτινα παρα|πρήσματα ἢ μελικηρίδες ἢ ὕδατίδες καλοῦνται, ἢ εἰς τὰ γόνατα, οὐ δεῖ καεῖν. ὁμοίως οὐδὲ τὰ ἐν ποσὶ στρέμματα καυστέον. συμβαίνει γὰρ κατάφραξιν γίνεσθαι τῆς χοινικίδος, τῶν γόμφων ἐπιτιθεμένων ἐπὶ τὸ κύνοπλον καὶ τὴν ἐκφυσιν. ὁ ἀμαρτάνουσιν οἱ ποιοῦντες. οὐ δύναται γὰρ ἕτερα ὀπλὴ καταβῆναι, καὶ γίνεται χολός.