Ancient Greek
342.1
Hippiatrica, Hippiatrica Berolinensia 342.1
Unproofread scanNot analysed yet
ἄρθρα, καὶ οἴδησιν καὶ χολείαν ἐργάζεται. θεραπευτέον δὲ αὐτὰ ὕδατι θερμῷ καταντλοῦντα καὶ λιπαρῶ καταχρίοντα. 289 4 αἱ δὲ καύσεις θεραπεύονται οὕτως· τῇ πρώτῃ ἡμέρᾳ λεπτῷ ἅλατι καὶ ἐλαίῳ δεῖ καταβρέχειν τοὺς γύμφους πτεροῖς βάπτοντας, καὶ ταῖς ἐχομέναις γλοιῷ παιδικῷ δις τῆς ἡμέρας ἕως ἡμερῶν ἑπτά, ἵνα ἀποπέσωσιν αἱ ἐσχάραι. εἶτα ἀποσμήχειν οἴνῳ παλαιῷ καὶ ὕδατι θερμῷ ἄμφω μίζαντα, καὶ μετὰ τὴν ἀπόσμηνξιν καταβρέχειν οἴνῳ καὶ ἐλαίῳ, καὶ προσπάσσειν ἄλευρον ὀρόβινον, ταῖς δὲ ἐχομέναις ὕδατι θερμῷ χρῆσθαι δις τῆς ἡμέρας καὶ τῷ ὀρόβινῳ ὡσαύτως· ἐὰν δὲ μὴ ἢ γλοιός, χρηστέον συνθέματι τοιούτῳ· κηρὸν καὶ πίσσαν ὑγρὰν καὶ στέαρ χοίρειον καὶ ἅλας καὶ ἔλαιον μίζαντα καὶ τρήμαντα ἐν ταύτῳ, καταχρίειν ἐν πτεροῖς. τῷ δὲ νεφριτιῶντι ἑβδομαίῳ γενομένῳ, εἰ μὴ ἐκπίπτωσιν αἱ ἐσχάραι ἀπὸ τοῦ καταχρίσματος, ἴσθι ὅτι τῶν ἐντὸς τι ἀπέφρωγε, καὶ ζῆν οὐ δύναται, χρόνον δὲ παρέλκει. ἄριστος δὲ καιρὸς εἰς τὸ καλεῖν ἑαρινὸς καὶ θερινός.