Ancient Greek
35.3
Hippiatrica, Hippiatrica Berolinensia 35.3
Unproofread scanNot analysed yet
16 ἡ δὲ ξηρὰ μᾶλ᾽ ἐστὶν ἐπικινδυνότατη, μικροῦ δεῖν καὶ ἀθεράπευτος. διὰ μὲν γὰρ τῶν μυκτήρων φέρεται οὐδέν, τὴν κεφαλὴν δὲ παρήρει, καὶ λεπτύνεται (καὶ ταῦτα τροφὴν λαμβάνων) δι’ ἀπενίαν, αἱ τε λαγόνες περιταθεῖσαι εἰσὶ τυμπανοειδεῖς, μετέωροι, καὶ ἡ βύρσα σκληρύνεται ὅλος τε συντεῖνεται. Εὔμηλος μὲν οὖν ὁ Θηβαῖός φησι μὴ θεραπεύεσθαι τὸν τοιούτον, τῷ καὶ τὸν πνεύμονα ὀξῆν λαμβάνειν. γεγράφθω δὲ καὶ τοῦτο τὸ βοήθημα, ὅταν τις ἐν ἀρχαῖς αἰσθῆται αὐτὸν ἀλίσκεσθαι μέλλοντα τῇ μάλει καὶ ὑποβῆ-