Ancient Greek
352.3
Hippiatrica, Hippiatrica Berolinensia 352.3
Unproofread scanNot analysed yet
10 Θεομνήστου εἰς τὸ αὐτό. 8 Ὁ καλῶς ἵππους καὶ ἡμιόνους τὴν τῆς ὑγείας προσφυλακὴν ποιούμενος οὐχ’ ὡς ἐτυχεν περιποιεῖται. φυσικὴ γάρ ἐστι κάθαρσις, ἥρος ὥρα γινομένη τοῦτον τὸν τρόπον· ὅταν δὲ καιρὸς ἐπιστῇ τῆς χλόης περὶ τὰς Ἀπριλίου μηνὸς εἰδούς, εὐδιενὸν ἐπιλεξάμενος ἡμέρας κατάστημα, ἐξάγαγε τοὺς ἵππους καὶ τὰ ἄλλα ζῷα τοῦ ἱπποστασίου, καὶ ἄφες βοσκηθῆναι ἀγρίαν χλόην πρῶτον ἡμέραν μίαν, εἶτα τῇ ἐπιούσῃ ἐμφύσησον αὐτὸν εἰς τὰς ὀδύνας φαρμάκων ξηρὸν ,οὕ· ἡ σύνθεσις αὐτῆ· κοκχορίζου, πεπέρεως, γλήχωνος, ὀριγάνου ἂν γο α’, φύλλου, ἱρέως, κόστου, σικίνου ἀγρίου δίξης ὅτι μάλιστα λεπτοτάτης ἂν γο c’, πάντα κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, ἐμφύσα διὰ καλάμίσκου εἰς τοὺς μυκτήρας, καὶ ἀνακρεμάσας ὡς ἡμιώριον, ἄφες βοσκηθῆναι ἐπὶ ἡμέραις ἄλλαις τρισίν, ἵνα πᾶν τὸ ἐν ἐγκεφάλῳ ἀπὸ τοῦ χειμῶνος ὑγρὸν σύστημα φλεγματώδες ὃν τῇ κατανεύσει τῆς κεφαλῆς ἐν τῇ νομῇ καταροῦν ἐκκριθῇ. οὕτω γὰρ οὔτε μᾶλις οὔτε παρίσθημα οὔτε χοιράδες γενήσονται