Ancient Greek
354.2
Hippiatrica, Hippiatrica Berolinensia 354.2
Unproofread scanNot analysed yet
Θεομνήστου εἰς τὸ αὐτό. 2 Ὅξὺ πᾶθος ἡ πλησμονὴ σὺν ὠμότητι. τοῦτο δὲ συμβαίνει, ὅταν νέων ἄπτονται τὰ ζῷα καρπῶν, οἱ μηδέπω τὴν ἐκ τοῦ χρόνου πέψιν ἔχοντες, λυπεῖν εἴωθασί τὰ ζῷα, τῇ νεαρότητι διαιδοῦντες καὶ πιμπλόντες τὰς γαστέρας καὶ πολλάκις ὀηγνύντες. δεῖ οὖν ὀλιγώτερα τὰ νέα παραβάλλειν σιτία τοῖς ζῴοις, ἐναποβρέχοντας πρῶτον εἰς ὕδωρ, ἵνα τὴν ἄρσιν τοῦ μεγέθους αὐτῶν ἔξω ποιησάμενα, τῷ μὲν ὕδατι τὴν ὠμότητα καταλίπωσιν, ἀκινδύνως δὲ διαμεῖνωσι τὰ ζῷα μὴ βλαβέντα καὶ καλῶς ἔχωσι τὴν τροφήν. ἂν δὲ ἄρα ποτὲ ἄκουσίως ἢ ἄνευ τῆς τοῦ ἱπποφορβοῦ γνώμης τὸ ζῷον, οἷα γίνεται ἀπὸ τῶν θημωνιῶν ἢ τῆς ἄλω αὐτῆς, φάγῃ πλέον, θεραπεύειν αὐτὸ ἐγκλύσμασι καὶ φλεβοτομίαις ἀπὸ τε ἀγχόνων καὶ βραχιόνων. ἐκεῖνα γὰρ εἴωθε τὰ μόρια πρῶτον ἡ ὠμότης συνδεσμεῖν καὶ καθάπτεσθαι τῶν ἐν αὐτοῖς νεύρων. προλαβὼν οὖν καὶ κενώσας τὸν τόπον τοῦτον, ἅμα τῇ τοῦ αἵματος ἀφαιρέσει καὶ τὴν βλάβην τοῦ ὀφείλοντος πάσχειν ἀφελεῖς μορίων.