Ancient Greek
358.1
Hippiatrica, Hippiatrica Berolinensia 358.1
Unproofread scanNot analysed yet
ἐν τῇ στάσει διεπύησε. καὶ τότε εὐγνωστόν ἐστιν, ὅτι ὑγρὰ ἔχει, καὶ δεῖ ἀνοίγειν κατὰ τὸν αὐτὸν τόπον. ἐν δὲ τοῖς ἐμπροσθίοις οὐχ εὑρίσκεται ταχύ. διὸ δὴ βόλβιτον πρόσφατον ἀνεξεσμένον σὺν ὀρίγανῳ ἐν ὄξει καὶ ἐλαίῳ ὑπορρίπτειν τῷ 304 ποδὶ πολλάκις, ἢ κρύμα ἐν ὄξει |ἀνεξεσμένα. ἢ σῦκα καὶ ἅλας κόψαντα καταπλασσεῖν, ἢ ἄγνον ἐν ὄξει ἐψησαντα καὶ τριψαντα, διαχεῖ γὰρ τὰ ὑγρά, καὶ ἀναστομοῦται εἰς τὴν ἐκρηξιν καὶ εἰς τὰ κάτω τρυπήματα τοῦ ποδός. 2 ὅταν δὲ ἄνω ἐκρήξῃ, χοῦ στέαρ καὶ ὀπτίνην τήξαντα ἐν ταύτῳ, βάλλειν εἰς τὴν περίορξην καὶ εἰς τὰ κάτω τρυπήματα, ἢ μαλάγματι τῷ πρὸς τὰ στρέμματα συγκειμένῳ, καὶ τάχιον καταβίβεται ἢ ὀπλή. ἐπὶ δὲ τῶν τοιούτων μὴ κεντεῖν τὴν φλέβα τὴν ἐν τῇ στεφάνῃ· διὰ τοῦτο γὰρ τὸ ἄμαρτημα συμβαίνει μαρμάρωσις. ἐὰν δὲ ποτε συμβῇ θλάσματα μὴ ἐν τῷ ἐνὶ ποδί, ἀλλ’ ἐν τοῖς πλείοσιν ἢ καὶ πᾶσι, καὶ κατακείμενος ἢ καὶ νυστάζων, καὶ μήτε τρώγῃ μήτε πίνῃ, ἀλλὰ καθεύδῃ, ληθαγγικὸς ἐστιν. ὃν δεῖ ἐγγραμματίζειν δι’ ἀμφοτέρων τῶν μυκτήρων ὀξυκράτου μὴ δριμέος κοτύλη, καὶ αἵματι ἐλώπεκος προσφάτῳ καταχρίειν τὴν κεφαλήν, καὶ καστόριον τὸ αὐτὸ ποιεῖν λέγεται. |305 τὰ δὲ θλάσματα μάλιστα τοῖς ὑποζυγίοις καὶ νοταγωγοῖς συμβαίνει, ἤτοι ἡμιόνοις καὶ ὄνοις, ἐξ ὧν θλασμάτων οἱ φοίνικες ἐν ταῖς ὀπλαῖς τῶν ἵππων μᾶλλον ὀδίνως γίνονται.