Ancient Greek
36.2
Hippiatrica, Hippiatrica Berolinensia 36.2
Unproofread scanNot analysed yet
17 ἰστέον δὲ ὅτι οἱ ἐπὶ τῆς ὑγρᾶς μάλεως ἐγχυματισμοὶ ἀρμόζουσι καὶ ἐπὶ τῆς ξηρᾶς. ἔνιοι δὲ καὶ τοῦτο δοκιμάζουσι τὸ βοήθημα ἐπὶ τῶν μαλιώντων· σταφυλὰς λευκὰς ἐκθλίψαντες καὶ συναγαγόντες οἶνον ἀπ’ αὐτῶν κοτύλας δύο, ἀριστολογίας τε τῆς παχεῖας κόψαντες καὶ σήσαντες κοχλίαρια δύο, ἐγχυματίζουσι διὰ νυκτῆρων ἐπὶ ἡμέρας ἑπτά· εἶτα καθάραντες ἐπὶ νομὴν ἐξάγουσιν. ἐὰν δὲ μὴ ᾖσι σταφυλαί, τοῖς προγεγραμμένοις χρῆσθαι δεῖ βοηθήμασι. δοκεῖ δὲ τισὶν ὠφελεῖν καὶ τὸ ὑποκαπνίζειν ὀριγάνῳ διὰ τῶν νυκτῆρων, τὴν κεφαλὴν χύτρα καινῇ μαρίλαν ἔχουση καλύψαντας παρὰ μίαν ἡμέραν ἐπὶ πλείονας ὥρας. τοὺς γε μὴν εὐνουχισθέντας ἵππους φασὶν εἰς τοῦτο μὴ ἐμπίπτειν τὸ πάθος.