Ancient Greek
360.4
Hippiatrica, Hippiatrica Berolinensia 360.4
Unproofread scanNot analysed yet
Ἱπποκράτους εἰς τὸ αὐτό. 10 Ἐὰν ἔσω θλάσμα γένηται τοῦ ποδός, θεραπεύσεις οὕτως τὸν ἵππον· περιχαράξας τὴν ὀπλὴν, κατάπλασε κριθαῖς ἠψη-μέναις ἐν ὕδατι. ἢ πίτυρα θερμὰ φυράσας καὶ μῖξας παλαιῶν κόπρον ὀλίγην, κατάπλασε. ἐὰν δὲ τὸ ὀστάριον τὸ ἐν τῇ 306 χελιδόνι φανῇ, μέλιτι καὶ ὄξει χρῶ|μενος· καὶ ἐλληνίῳ μύτῳ 15 ἐπὶ ἡμέραις τισίν. εἶτα στύμμα ἐπιτίθει, κυπαρίσδου φύλλα λειοτριβήσας μετὰ ὄξους, ἢ μυρίκης φύλλα ὁμοίως ἐπιτίθει. ἢ σιδίων κέλυφα ἐψήσας ἐν ὄξει καὶ λεάνας ἐπίθες, ἢ ξηρὰ κόψας ἐπίπασσε. ἢ χαλκάνθης μέρος ἢ κηκίδας κόψας, τὸ αὐτὸ ποιεῖ, προαποπλύνων ὄξει τὸν τόπον.