Ancient Greek
367.2
Hippiatrica, Hippiatrica Berolinensia 367.2
Unproofread scanNot analysed yet
2 ἐγχυματισμοῖς δὲ τοῖς καθατικοῖς δεῖ χρῆσθαι, μάλιστα δὲ τῇ ἀριστολογείᾳ διὰ τῶν μυκτήρων μετὰ οἴνου, ἢ καὶ νίτρῳ μετὰ ὕδατος ὠσαύτως, ἢ στυπτηρίας φορίμης ὀλκάς β’ καὶ ἄλός τὸ ἴσον μετὰ οἴνου κοτύλης ἐγχυματίζειν. ἐὰν δὲ ἐν 10 τούτοις δῆξις μὴ γένηται τοῦ πόνου, χρῆσθαι καὶ τούτοις σύνθεμα ποιούντας· ταύρου αἷμα, εἰ δὲ μὴ γε, βοὸς νεωτέρου, ὀξύβαφα β’ καὶ λιβανωτοῦ ὀξύβαφον α’ καὶ ἄλός ἡμισυ ὀξυβάφον, ταῦτα ἕκαστα χωρὶς τρίψας καὶ πάλιν ἐν ταύτῳ ὅσος ἐπιχέας ὡς δριμύτατον, τρίβε καὶ πρὸς τὸν ἥλιον ξήραινε. ὅταν 15 δὲ πήγνυται, διάπλασε τροχίσκους καρύου τὸ μέγεθος, καὶ ξηράνας ἀπόθου, καὶ τούτων ἕνα τῇ ἡμέρᾳ εἰς τὸ στόμα ἔχε, ἐν ὧσι τρίβων. ἐὰν δὴ ἀσθενήσῃ, ἐν οἴνῳ τρίβε. πρὸ τοῦ δὲ |τὰ φάρμακα διδόναι λούειν αὐτὸν θερμῷ πολλῷ. μετὰ δὲ 314r ταῦτα καπνίζειν αὐτόν, καὶ τὸ στόμα διανοίγειν αὐτοῦ. ὅταν 20 δὲ σπάσηται τοῦ καπνοῦ, καταλαμβάνειν χοῇ τὸ στόμα.