Ancient Greek
368.2
Hippiatrica, Hippiatrica Berolinensia 368.2
Unproofread scanNot analysed yet
314v ἄλλο εἰς τὸ αὐτό. |. χμζʹ 4 Τὸν τῆς κεφαλῆς μηνύουσι πόνον δακρύοντες ὀφθαλμοὶ καὶ ὥτα διεστραμμένα, ἦτοι ὑποκεκλασμένα, κεφαλὴ κάτω νεύονσα. χρὴ οὖν θεραπεύειν οὕτως. λύε τὴν ὑπὸ τὸν ὀφθαλμὸν φλέβα, καὶ τὸ στόμα ὕδατι θερμῷ πυρία, τροφῆς ἀπέχεσθαι ποίει, τῇ δὲ ἐξῆς ἡμέρᾳ χόρτῳ χλωρῷ καὶ ὕδατι χλιαρῷ κέχορσο. τῇ δὲ τρίτῃ ἡμέρᾳ κριθὰς μετὰ βικκείου χόρτον ἐσθίειν ποίει, κατʹ ὀλίγον δὲ ποτιζέσθω, ὥστε κατὰ πρόσβασιν τὴν κατὰ φύσιν ὑγίειαν λαμβάνειν.