Ancient Greek
369.1
Hippiatrica, Hippiatrica Berolinensia 369.1
Unproofread scanNot analysed yet
ἄλλο· ἐμβροχὴ πρὸς κεφαλαλγίας ἵππων. 7 Ψιμύθιον στατῆρας δώδεκα ἐμβρέξας νύκτα καὶ ἡμέραν χν' ἐν ὕδατι ἐν καινῷ ἀγγείῳ, καὶ ἀπηθῆσας τὸ ὕδωρ, τρίβε τὸ ψιμύθιον ἐν θυᾷ, ὡς λειότατον γένηται. εἶτα κηρὸν μίζας, τρίψον ἰκανῶς, καὶ ὅτε λειότατον γένηται, μίζων αὐτοῖς μέλιτος πλήθος χήμης, καὶ συλλεάνας τούτοις, λαβὼν ἔλαιον εἰς τὴν χεῖρα, τίθει εἰς τοὺς κροτάφους τῶν ἵππων καὶ τὸν δακτύλιον. ποιεῖ δὲ καὶ ἐπὶ ἀνθρώπων πρὸς πάντα κόπον τοῦτο. ἔστω δὲ ἡ κηρωτὴ στατήρων πέντε.