Ancient Greek
371.1
Hippiatrica, Hippiatrica Berolinensia 371.1
Unproofread scanNot analysed yet
οὐδὲ τροφὴν προσιέμενος. >τοῦτον οὖν δεῖ θεραπεύειν οὕτως διανοῖξας αὐτοῦ τὸ στόμα, αἷμα ἄφελε ἀπὸ τοῦ οὐρανίσκου, μὴ ὀρθῷ, πλατεῖ δὲ τῷ φλεβοτόμῳ χρώμενος. δίδου δὲ ἐγχυματισμοὺς διουρητικοὺς τοῦδε· σελίνου σπέρματος λίτραν μίαν, <πετροσελίνου γο η'>, πράσων καθηψημένων χυλοῦ ξέ. δ', οἰνελαίου ξέ. α' Ἰταλικόν· ταῦτα μίζας ἐγχυμάτιζε διὰ στόματος. καὶ ἡρέμα ποιήσας βαδίζειν, ἕα ἠσυχάζει ἐπὶ βραχύ. εἶτα ἐν ὕδατι καταψυχέσθω καθάπερ ὁ κριθιάσας. ἐὰν δὲ διαφθοιόσθῃ, παύεται μὲν τοῦ νοσήματος, λευκοῦται δὲ πολλάκις τὰς ὀφεις. ἐγχριέσθω δὲ μέλιτι καὶ μαράθου χυλῷ, καὶ τάχιστα καὶ τοῦτο ὑγιασθήσεται.