Ancient Greek
372.4
Hippiatrica, Hippiatrica Berolinensia 372.4
Unproofread scanNot analysed yet
ἄλλο. 15 Εἰ πάσχει τὸν ἐγκέφαλον τὸ ζῷον, χρη τοῦτο μετ’ ἐπιμελείας περιοδεύεσθαι, ὡς ἂν μὴ τάχιστα κινδυνεύσῃ. σημεῖα δὲ τῆς τοιαύτης ἀνωμαλίας τάδε· πλάγιον περιπατεῖ τὸ ζῷον, τοῖς ποσὶ σφάλλεται, προσκόπτει συνεχῶς, καὶ τὰ σκέλη αὐτοῦ συνσπᾷ. χρη οὖν τὸ τοιοῦτον ζῷον ὑπὸ ζυγὸν βληθῆναι, ἵνα τῷ ἰδρώτι καὶ τῷ καμάτῳ πᾶς ὁ πόνος ἀποχουρισθῇ. ἵνα δὲ μετὰ τὸν κάματον βέλτιον περιοδευθῇ, τούτῳ τῷ τρόπῳ χρησαί· δάφνης κόκκους κʹ, νίτρον λίτραν αʹ, κατακόψας λεπτά, καὶ πηγάνου χλωροῦ δεσμίδιον ἕν μετὰ ὀξέος καὶ ἐλαίου