Ancient Greek
374.6
Hippiatrica, Hippiatrica Berolinensia 374.6
Unproofread scanNot analysed yet
10 21 Ὄσα ζῶα ἀπὸ ὀξέων νοσημάτων σφηνωθῶσι, ταῦτα δεῖ καθαίρειν. ἀναγκαῖον γὰρ ἐστὶ προλαμβάνειν τὰ τοιαῦτα, μή ποτε εἰς τὸ τῆς μάλεως ἐμπέσωσι νόσημα, ἢ ἐμπυϊκὰ γένηται, ἅπερ εἰσὶ δυσπεράτευτα. χρήση οὖν τῇ ἀγωγῇ ταύτῃ· ὥς δύο, πεπέρεως κόκκους κ´, μέλιτος γο α´ ἀνακεράσας ὁμοῦ, 15 διὰ κέρατος ἐγχυμάτιζε. ἔπειτα κλίνον αὐτοῦ τὴν κεφαλὴν ἐπὶ πόδας, καὶ ἕσον οὕτως ἡμιώριον, ἄχρις οὗ οἱ ἰχώρες ἐκπέσωσιν. εἴθ´ οὕτως ἐπίθες ἄκοπον τὸ πυρωτικὸν πρὸς τὸ ἐκχλασθῆναι, εἶτα οἴνῳ χρηστοτάτῳ τὰς θίνας ἐμφύσα καὶ περιπατεῖν ποίει. |