Ancient Greek
376.3
Hippiatrica, Hippiatrica Berolinensia 376.3
Unproofread scanNot analysed yet
χξγ’ ἄλλο· Ἀψύρτου θεραπεία μαλακοπόδων. |320r 5 Ἀψυρτος Μάρκῳ Μαρίῳ δεκουρίῳνι χαίρειν. ἔγραψάς μοι ἐπερωτῶν, πρὸς τὸν μαλακόποδα τίνι βοηθήματι χρήσῃ; ἔστι δὲ δυσκατόρθωτον διὰ τὸ ὑπάρχειν φυσικῶς τοιοῦτο, ἔτι δὲ καὶ διὰ τὸ τὴν ἐν τῇ ὁδοιπορίᾳ ἀποτριβὴν τῆς ἡμέρας ἐν τῇ στάσει τῆς νυκτὸς μὴ προσφύειν, ὅσον ἀποτριβεται. καὶ θερμοπλῆ πάντοτε καὶ διατριβὰς λαμβάνει καὶ θλάσματα ποιεῖ συνεχῶς. εὐτρεπίζεται δὲ εἰς τὸ καλλίων εἶναι ἐν ταῖς χρείαις κυπαρίσσω καθηψημένῃ ἐν ὕδατι τοὺς πόδας πυριώμενος, ἢ βάτῳ ὠδαύτως, ἢ ἀγρίνθιον καθεψήσαντες τὸ αὐτὸ ποιοῦμεν. καὶ ἡ ὀξάλμη δὲ ὠφέλιμος, καὶ τὸ περιαιλεί-