Ancient Greek
38.2
Hippiatrica, Hippiatrica Berolinensia 38.2
Unproofread scanNot analysed yet
περὶ μάλεως ὑγρᾶς καὶ δυσώδους. 20 Ὅταν οἱ σαπέντες χυμοὶ γεννήσωσι τὴν ὑγρὰν μάλιν, τοῦτ’ ἐστὶν αἷμά τε καὶ φλέγμα, καὶ φθάσωσιν ἐκπαῦσαι τοὺς τόπους, οἳ ἂν ἐνσκήνωσι, τότε τὸ φερόμενον ὑγρὸν ὀξεῖ, καὶ ἔστι δυσθεράπευτον. θεραπεία δὲ αὐτοῦ ἥδε· ὐδρομέλιτος ξέστης τέσσαρες καὶ ἐλαίου ὀξύβαφον μῖξας, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. καὶ ὅταν εὐκόλως |φέρηται τὸ ὑγρόν, κράμβας καὶ μαλάχας προεψησας καὶ πιέσας, βάλε εἰς ὀλμὸν κράμβην μίαν, μαλάχην μίαν, πρᾶσα τρία, ἀξονγγύιον παλαιοῦ χοιρείου λίτρων μίαν, καὶ κόψας ὁμοῦ, καὶ ποιήσας κολλύρια ἐπιμήκη πέντε ἢ ἑπτά, διαστολέα τε λαβὼν καὶ καταλαβόμενος τὴν γλῶτταν, δίδου καταπίνειν, καὶ ὅταν ὀλισθήσωσι, κονδύτον μετὰ τῆς τρυγὸς ἐγχυμάτισον. τοῦτο ποιῶν ἐπὶ τρισὶν ἡμέραις θεραπεύσεις. ἐγχυμάτιζε δὲ καὶ δι’ οἴνου παλαιοῦ τῇ τετραφαρμάκῳ, καὶ ὑγιάσεις τὸ ξῶον, ἐὰν μὴ τὸ ἕλκος προεργασάμενον ᾖ. νομῆς δὲ γενομένης, μελικράτῳ καὶ τετραφαρμάκῳ χοῷ μόνοις. εἰπόντες δὲ περὶ μάλεως διαφορᾶς ἀνόσμου καὶ δυσώδους καὶ τῆς τούτων ἐπιγνώσεως καὶ θεραπείας, εἴπωμεν καὶ περὶ ξηρᾶς·