Ancient Greek
381.2
Hippiatrica, Hippiatrica Berolinensia 381.2
Unproofread scanNot analysed yet
κεφάλαιον ρζʹ περὶ τῶν ὑπὸ ψύχους ἠδικημένων. 325ᵛ Ἀψύρτου. 1 Τῷ ὑπὸ ψύχους ἠδικημένῳ συμβαίνει ἀνοχεκτεῖν, καὶ διὰ τοῦτο ἀπίσχναινεσθαι, καὶ τρώγοντι ἐν κινήσει μὴ ἔχειν τὰ χέλυνια, καὶ περιπατοῦντι προβαίνειν κατὰ μικρόν, καὶ ἀνανεύοντι τὴν κεφαλὴν στενάζειν, καὶ κατακύπτειν μὴ δύνασθαι. οὐ δύναται δὲ κατακλιθεὶς πλατυνεσθαι διὰ τὸ κατατετάσθαι τὰ ἐντὸς νεῦρα, τὰ δὲ τῆς ἐπιφανείας ἀπαθῆ εἶναι. θεραπεύεται δὲ ἐγχυματιζόμενος πεπέρεως κόκχοις λʹ, πεκομμένοις ἐν οἴνῳ λευκοῦ εὐώδους κοτύλῃ, ἢ πηγάνῳ ἀναξεσμένῳ ὡσαύτως, ἢ λελισφάχῳ, ἢ ἀρτεμισίᾳ βοτάνῃ μετὰ οἴνου, ἢ πολιοφύλλῳ, καὶ γυμνασίᾳ δρόμῳ τῷ διὰ κάλπης ἐκ προσαγωγῆς, καθὼς ἂν φαίνηται προκόπτων τῇ τροφῇ, καὶ τῇ τρήψει 325ᵛ πλείονι τῇ κατὰ τρίχα. ἐπιλαβόμενος δὲ τοῦ καιροῦ καὶ γενομένος ἐν τῇ νουμῇ, ἀποκαθίσταται καὶ ὑγιαζεται.