Ancient Greek
39.1
Hippiatrica, Hippiatrica Berolinensia 39.1
Unproofread scanNot analysed yet
περὶ μάλεως ξηρᾶς. 21 Γίνεται δὲ καὶ ἡ ξηρὰ χυμῶν σαπέντων καὶ ἐνστάτων λυτοῖς περὶ τὴν καρδίαν καὶ πνεύμονα τόποις, οὐ μὴν ἀπὸ φλέγματος καὶ αἵματος, ἀλλ’ ἀπὸ τῶν δύο χολῶν, διὸ καὶ ξηρὰ τυγχάνει. ἐπιγνωσθήσεται οὖν τοῦτον τὸν τρόπον· ἀπισχναίνεται τὸ ζῷον ἀθρόως, τὰς λαγόνας ἀναστέλλει, τὸ δέρμα διατεταμένον ἔχει, ὅπερ παιόμενον κατὰ τῆς πλευρᾶς ὡς τύμπανον ἦχει, τροφὴν οὐ προσίεται, βήσσειν προθυμούμενον ἀδυνατεῖ, καὶ διαίρει τὸ στόμα, καὶ ἐρεθίζεται πρὸς τὴν βῆχα, οὐ βήσσει δέ, ἀλλ’ ὡς ὀστάρια καταπεπωκὸς ἕστηκε νυσσόμενον. ἐὰν οὖν πάντα ταῦτα ποιῇ, κεκράτηται καὶ ἐγγὺς ἐστὶ τοῦ διαφονῆσαι. τῷ τοιούτῳ περιττὸν ἐστὶ θεραπείαν προσἀγαγεῖν. τῷ δὲ μήπω κεκρατημένῳ δυσχερῶς βοηθήσομεν. ὅμως φάρμακον ἐκθησόμεθα θαυμαστόν, δι’ οὗ πολλάκις ἐθεραπεύσαμεν. τοῦτο ὑγιάσει τὸ ζῷον, ἐὰν ἐτι ὕδωρ μόνον ἐν τοῦ μυκτήρος στάξῃ. ἐστὶ δὲ αὐτοῦ ἡ σύνθεσις αὕτη· σταφυλῆς λευκῆς πιεσθείσης ξέστην Ἰταλικὸν γλεῦκους ποιήσας, ἐπεμβαλὼν δὲ πευκεδανίου λεπτοτάτου καὶ ὀσρημένου κοχλιάρια δύο, ἀριστολογείας τε τὸ ἴσον, ἐγχυμάτιζε διὰ μυκτήρος ἀριστεροῦ ἐπὶ ἡμέραις ἑπτά, καὶ διαίτῃ χωθ λεπτοτέρα, οὕτω γὰρ θεραπευθήσεται τὸ ξηρὸν τοῦ νοσήματος.