Ancient Greek
390.2
Hippiatrica, Hippiatrica Berolinensia 390.2
Unproofread scanNot analysed yet
333r κεφάλαιον ριζ’ περὶ στρέμματος ἐν ποδὶ τῶν μωνύχων καὶ αὐξήσεως ὀπλῆς καὶ τόπου πρὸς τὸ κυλίσαι ἐπιτηδεῖον. ω ιε’ 1 Στρέμματος γενομένου ἐν τῷ μεσοκυνίῳ ἢ κυνόπλῳ λεγομένῳ, χρῆσθαι δεῖ βοηθήματι τούτῳ· πρῶτον ἀφαιρεῖν αἷμα ἐκ τοῦ μεσοκυνίου, τὸ δὲ κύνοπλον ὃ στεφάνην λέγουσι μὴ κεντεῖν, ὑπόκειται γὰρ τῷ ἄγγειῳ σύνδεσμος νευρώδης. εἶτα κειρίαν λινὴν βρέξαντα ἐν ὄξει καὶ ἑλαίῳ, περιδεσμεῖν τὸ μεσοκύνιον, καὶ τὸ κύνοπλον σφίγγοντα ὑπορρίπτειν τῇ ὀπλῇ τὴν κειρίαν κεχιασμένην καὶ καταβρέχειν τῷ ὀξελαιῷ. ἀναδήσαντα δὲ τὸν ὀγᾶ πόδα πρὸς τὸ γόνυ, ἕασαι τῷ πεπληρότι ποδὶ ἐπισταθῆναι ὥρας τρεῖς, καὶ λύσαντα καταντεῖν ὕδατι θερμῷ, καὶ κηρωτῇ ἀνατρίβειν, καὶ καταπλάσσειν βολβοῖς καὶ 333v ἄλσὶ |τετριμμένοις, καὶ τοῦτο ποιεῖν μέχρις ἡμερῶν τριῶν, καὶ τότε χρῆσθαι μαλάγματι τῷ πρὸς τὰ στρέμματα συγκειμένῳ· ω ιη’ καὶ τὸ ξηρὸν δὲ ὠφέλιμον αὐτοῖς. 2 ὅταν δὲ γένηται ὑπεραύξησις ἐν τοῖς ποσὶ τῶν ὀνύχων, οὐ δεῖ ἀφαιρεῖν ὀνυχίζοντα πολύ, ἀλλὰ διαλιπόντα πάλιν τὸ αὐτὸ ποιεῖν. εἰ δὲ μὴ γε,