Ancient Greek
394.1
Hippiatrica, Hippiatrica Berolinensia 394.1
Unproofread scanNot analysed yet
ἔξοιδεὶ δὲ συνόλως οἰδήματα παμμεγέθη. πρῶτον μὲν οὖν ἔγχει τὸ χῦμα, ὃ καὶ τοῖς ἄλλοις ὡσαύτως, ἔπειτα ὕδατι κατάντλει θερμῷ πολλῷ καὶ πυρίᾳ καὶ τριήγον. εἶτα βαλὼν τρύγα δξηράν, καὶ λίνον κόψας λεπτὸν καὶ ἐπεμβαλὼν εἰς τὴν τρύγα, 5 ἀνάξουσον εἰς ἕν μεθ’ ὕδατος, καὶ κατάχριε ὅλον, ὡς δέχεται, 336r τὸ φάρμακον, καὶ στηκέτω ἐν θερμῷ καὶ μαλαχῷ τόπῳ, |ἱμάτιον περιβεβλημένος, καὶ πῦρ παρακαλεῖσθω διὰ τέλους. ἔστω δὲ σοι τὸ κατάχρισμα πρωΐ ὡσπερ ὀστραχον. εἶτα τῇ τρίτῃ πάλιν ἔκλουσον πολλῷ ὕδατι θερμῷ, καὶ πυρίᾳ, καὶ πάλιν ἐν 10 σκέπῃ τριήγον. εἶτα κατάχρισον τῷ νίτρῳ. μὴ καταπλαγῆς δέ, ἐὰν τὰ χεῖλη μάλιστα καὶ οἱ ὀφθαλμοὶ οἰδῶσι. συμβαίνει γὰρ τοῦτο, ἀλλὰ θεραπεύεται προσεχῶς καὶ ὑγιάζεται. |