Ancient Greek
406.2
Hippiatrica, Hippiatrica Berolinensia 406.2
Unproofread scanNot analysed yet
ψʹ ζʹ 34 Τοῦ αὐτοῦ προπότισμα καὶ θεραπεία πρὸς κωλικοὺς καὶ τοὺς ἀπὸ χόρτον σαπροῦ βλαπτομένους. Πελαγώνιος Λουνίῳ χαίρειν. τὰ τῶν κωλικῶν σημεῖα οὐ πᾶσιν ὑπάρχει γνώριμα, ἐπειδὴ οὐκ ἀνόμοιον τὸ τοιοῦτο πρὸς τὰ ἄλλα πάθη τὰ ἐν τοῖς ἐντὸς ἐπιγιγνόμενα. τούτῳ δὲ μόνῳ διαφέρει, τῷ συνεχεῖς καὶ μείζους πόνους ἔχειν ἢπερ τοὺς καρδιακοὺς καὶ στροφουμένους. τὰ δὲ τούτων σημεῖα πολλάκισ ἐκ τῶνδε καταμαθόντες ἐγνώμεν· πρῶτον μὲν ἐσθὼς |351ᵛ ἐξαίφνης καταπίπτει, ὡς ἐπιληψία τοῦτον νομίζεσθαι ἔχεσθαι, ἔπειτα ὀλίγον διαλιπόντι πόνος αὐτῷ εὐθὺς ἐπακολουθεῖ, καὶ ὥσπερ ἑαυτὸν ἀνάκειται. ὅτε δὲ καὶ ψυχρόν ὕδωρ πίοι, τρέμει καὶ ἱδρῶι καὶ πνευστῖ καὶ στενοχωρεῖται. τοῖς τοιούτοις οὖν χρή τῷ τοιούτῳ προποτίσματι, ὡς φησι Κέλσος, βοηθεῖν·