Ancient Greek
408.2
Hippiatrica, Hippiatrica Berolinensia 408.2
Unproofread scanNot analysed yet
352 τὸ πάθος τοίνυν καὶ βαρυτάτόν ἐστι καὶ πολλῆς παραφυλακῆς δεόμενον, ὥστε μὴ γενέσθαι. ὅπερ εἰ συμβῇ, τοῖς παρ’ ἡμῶν προεκτεθεῖσι βοηθήμασι θεραπευτέον. τὸ δὲ τοιοῦτον πάθος οἱ τῆς ἰατρικῆς τέχνης ἐπιστήμονες λήθαργον ἀπεκάλεσαν. θεραπεύσεις οὖν πρὸς τοῖς προεκτεθεῖσι καὶ τῷδε τῷ τρόπῳ· πρῶτον μὲν ἐν μαλακῇ ἱπποστάσει ἵστάσθω, ἄχυρων ἢ χόρτων ἀπαλῶν ὑπορραινομένων κατὰ τὸ ἕδαφος, καὶ συνεχέστερον διὰ χειρῶν νυσσέσθω, ὥστε μὴ ἀποκαθεύδειν. συμβάλλεται δὲ καὶ τὸ συνεχέστερον ἀναπατεῖν καὶ τοὺς τέσσαρας πόδας ὀξεί καὶ πιτύροισ θερμοῖς ἀποτρίβεσθαι. προποτιζέσθω δὲ καὶ πῶμα δεχόμενον πίτυρα σίτινα καὶ ἅλας μετὰ ὀξυγράτου ξέ. β’.