Ancient Greek
415.2
Hippiatrica, Hippiatrica Berolinensia 415.2
Unproofread scanNot analysed yet
3 Μάλαγμα, ᾧ ἐχρησάμεθα ἡμεῖς σκευάζοντες καὶ ωχδ' ἐπὶ ἀνθρώπων. κηροῦ στατῆρας ιζ', βρέχοντες τὸν κηρὸν τῷ κυπρίνῳ καὶ ἐν ἡλίῳ μαλάσσοντες καὶ ποιοῦντες πέταλα, ὡσαύτως ἐντιθέαμεν εἰς τὸν ἥλιον, ἄχρις οὐ τὸ κύπρινον συμπλῆ πᾶν, ἔστωσαν δὲ κύαθοι δύο. καὶ προτριψάντες ἄμμωνιακοῦ στατῆρας κδ' καλῶς λεῖα μετὰ ὄξους ὀρμέος λευκοῦ τοῦ ἀρχούντος, ὡς μὴ ὑγρὸν γενέσθαι |λίαν, <χαλβάνης γυ β', 357ᵗ ὀποπάνακος γυ β', ἄλὸς ἄνθος γυ β',> τότε ἐμβάλλομεν τὸν κηρόν, καὶ συλλέαντες, ὥστε μιγῆναι, οὕτως χρῶμεθα.