Ancient Greek
42.31
Hippiatrica, Hippiatrica Berolinensia 42.31
Unproofread scanNot analysed yet
εἰς θεραπείαν 20 κατ’ ἰδίαν μερίδας κόψας τ. ἀριστολοχείαν ἐπιμελῶς ἔψει δὲ αὐτὸ μαλακῷ πυρὶ ἐν ὕδατι ὅλη νυκτὶ οἶμαι, ὑγιεινὰ παραγγέλματα, οἷς χρῶμενός τις εὐδοκιμήσει. καλῶς οὖν ἔχει καὶ ἡμᾶς εἰπεῖν, ὅπως δεῖ κατὰ τὴν τοῦ ἵπρου ὥραν γραστίζειν τοὺς ἵππους, τὴν χλωρὰν αὐτοῖς παραβάλλοντας πόαν. διαιτηθέντες γὰρ |καλῶς οὐκ ἐμπεσοῦνται εὐμαρῶς εἰς τὰ ἀρρωστήματα. ἅνιξ ἂν ὁ καιρὸς ἐπιστῇ τῆς χλῆς, ἐξ αὐτῆς τὸν ἵππονποίησον βοσκηθῆναι χόρτον ἀγριον ἡμέραν μίαν, εἶτα τῇ ἐπιούσῃ ἀναφυσῆσας τὰς ῥῖνας ἀναφυσηματι τῷ συγκεκριμένῳ διὰ κοκχορίζου καὶ φύλλου καὶ κόστου καὶ ἴσεως καὶ πεπέρεως, εὐθέως ἄφες εἰς τὴν νομὴν ἡμέρας δύο πον ἢ καὶ τρεῖς, ἵνα ἐπικύπτων μετὰ τὴν ἀναφύσην πᾶν τὸ ἐγχείμενον τῇ κεφαλῇ ὑγρὸν ἐκβάλῃ διὰ τῶν ῥινῶν. 6 καὶ μετὰ τὸ ἡμέρας βοσκηθῆναι τρισὶν εἰσάγαγε εἰς τὴν ἱπποστασίαν, καὶ χόρτον ἀγριον παράβαλε ἐπὶ τέσσαρσιν ἡμέραις. παράβαλε δὲ καὶ τὴν γράστιν, μάλιστα μὲν πυρίνην, εἰ δὲ μή, κριθίνην ἐπὶ ἡμέραις πέντε. καὶ μετὰ τοῦτο φλεβοτόμησον τὸν ἵππον, καὶ τὸ αἷμα ἐκβαλόν, μῖξον νίτρῳ καὶ ὄξει καὶ ἐλαίῳ καὶ ᾧοῖς, καὶ οὕτως περιχρίσων τὸ ζῷον. καὶ στήσας ἐν ἡλίῳ, ὡς τὸ χρῖσμα ἅπαν ξηρανθῆναι, χρῶ τῇ γράστει μάλιστα μὲν, |ὡς προείπομεν, πυρίνη, εἰ δὲ ταύτης ἀπορεῖς, κριθίνην, ἐπὶ ἡμέραις πέντε. μετὰ δὲ τὸ πληρωθῆναι τὰς ἡμέρας ἐξάγων τῆς ἱπποστασίας, λούσον τὸν ἵππον καὶ ἀπόμαξον σαβάνοις, ὡς πᾶσαν ἀπομαγῆναι τὴν ἰχμάδα. εἶθ' οὕτως στήσας τὸ ζῷον, παράβαλε τὴν γράστιν ἐπὶ ἡμέραις τισι, μάλιστα μὲν, εἰ ἐγχορεῖ, τεσσαρεσκαίδεκα, ἐπεὶ τοῦ γε μὴ ἐλαττον ἐπτὰ ἢ ἐννέα, ἵνα ὡς ὅτι μάλιστα πιότατος γένηται. χρήσιμον δὲ χλοασμένῳ αὐτῷ παραβάλλειν ἅλας, ὡς μὴ τὴν λεγομένην ἀφθαν τῷ στόματι αὐτοῦ ἐπιγίγνεσθαι. 7 ὧθεν τινὲς ἔφασαν βέλτιον εἶναι ἐν παραθαλασίοις μέρεσιν ἐσπαρμένην εἶναι τὴν γράστιν. εἰ δὲ συμβαίνει ἐν τῷ