Ancient Greek
435.1
Hippiatrica, Hippiatrica Berolinensia 435.1
Unproofread scanNot analysed yet
τὸ καστόριον κόψας καὶ σῆσας, εἶτα μετὰ τῶν λοι|πῶν ἐνώσας, χρῶ. 107 Θεραπεία ποδῶν κτηνῶν. εἰς χύτραν καινήν ἐμβαλε ἑλαίου ξέ. γ', καὶ σαύρας τὰς χλωρὰς καθείς εἰς τὸ ἑλαῖον, δύο που ἢ καὶ τρεῖς, καὶ πωμάσας τὴν χύτραν καθέψησον, ὡς κατακαυθῆναι τὰς σαύρας εἰς τὸ ἑλαῖον, καὶ ἐξελὼν τὰ ὀστᾶ αὐτῶν, ἐπίβαλε ἀσφάλτου λείας γο ε', πίσης ὀχρᾶς ξέ. ζ', στέατος χοιρείου παλαιοῦ λίτρας β', καὶ πάντα συννεψήσας ἱκανῶς, χρῶ ἀλείφων τὴν ὀπλὴν. τοῦτο δὲ ποιήσει κατὰ τὸ ἐγχωροῦν σκληρότερον τοῦ ζῶον τὸν πόδα.