Ancient Greek
440.1
Hippiatrica, Hippiatrica Berolinensia 440.1
Unproofread scanNot analysed yet
αἰς δὲ ἡμέραις τρώγει, μὴ ἐξερχέσθω ἐκ τῆς ἱπποστασίας, ἀλλ’ ἐκεῖ πινέτω. οἱ δὲ Σύροι προσβάλλουσι τῇ μίξει ταύτῃ στροβίλων ξέ. α’, σταφίδων ξέ. α’, διδούσι δὲ ἐπὶ ἡμέραις ἑπτὰ ἑστῶνι ἐν ἱπποστασίᾳ σκοτεινῇ, κατάξηρον ἔχουση τὸ ἕδαφος 135 Βοήθημα πρὸς πάθη διάφορα καὶ πρὸς τὸ σκιὰς ἐκ τῶν στάβλων διώξαι <διὰ πείρας. >μαγνήτου λίθου γύ α’, Σολομονιακοῦ λίθου γύ β’, πάνακος γύ α’, ἀσφάλτου γύ ζ’, θείου γύ α’, πευκεδανίου γύ εξ, μίκας ἐν ταύτῳ ὤτινῃ [καὶ] τερεβινθίνη, ἀναλάμβανε καὶ χρῶ. 136 πρὸς ναυτιασμόν. |ναυτιασμὸν <καὶ τὸν περὶ τὰ σιτία πλάδον> παύει μελάνθιον λελειωμένον ὡς δύο κυάθοι, μιγέντες μετὰ ἐλαίου ξέ. γ’ καὶ οἴνου ξέ. α’, καὶ διδόμενον. ἢ σκορόδου κεφαλήν μίαν λειώσας μετὰ οἴνου ἡμίνης μίκας διὰ κέρατος δίδου. 137 Εὐμήλου πρὸς πόνον ἄρθρων. αἵματος ἀφαίρεσις ἐξαιρέτως ὠφελεῖ. εἰ δὲ τὰς συμβολὰς ἀλγήσει ἢ καὶ ὑποπνους ἔξει, θεραπεύε οὕτως· ἴρεως κεκομμένης, λιβάνου ἀλεύρου, κηκίδος ἐρυθράς, ὀποπάνακος δίξης, ἀριστολοχίας ἄνι γύ α’ ἄνακόψας χρῶ. 138 Πρὸς γλωσσίδα. τὴν φλέβα τὴν ὑπὸ τὴν γλῶσσαν κατακέντει καὶ κατάπλασσε ὄξει σὺν λασάρῳ καὶ πιτύροις, τροφήν δὲ δίδου καὶ πῶμα χλιαρὸν ὕδωρ. 139 Ἱπποκράτους περὶ γλώσσης διακοπῆς. γλῶσσα