Ancient Greek
442.3
Hippiatrica, Hippiatrica Berolinensia 442.3
Unproofread scanNot analysed yet
Θεομνήστου καθαρητικῶν φαρμάκων ἐκθέσεις. σκύλαχα ἀφξάμενον ἐσθίειν σφάξας, μαδίσας καὶ καθεψήσας, ἔπειτα δίψας αὐτοῦ πάντα τὰ ἔγκατα, καὶ τῷ ζωμῷ μίκας οἶνον εὐώδους ἑξ. αʹ, μέλιτος ἑξ. αʹ, ποιεῖ τὸν πάντα ζωμόν, διηθησας ὀδονίῳ, ἵνα τὸ ὀστᾶ μείνη ἐν τῷ λέβητι, κοτυλῶν ἑξ μέτρω, καὶ τούτου ἐνὶ ζωφῷ ἐγχωμάτιζε ἐπὶ τρισὶν ἡμέραις ἀνὰ κοτύλας βʹ, νίτρον προσβάλλων χεῖρα. εἰ δὲ μὴ εἴη σκύλαξ, χοίρον πιστάτον ἀκρωνάριον ἐν σὺν τῷ μηρῷ κατέψησον, καὶ τὰ αὐτὰ προσβάλλων χρῶ. ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τιθυμάλῳ λευκῷ καὶ ἀριστολοχείᾳ λεπτῇ καὶ κενταυρίῳ λεπτῷ, καθεψόντες ταῦτα καὶ διηθοῦντες, καὶ μέλιτι συμμιγνύντες ἐγχωματίζομεν <καθὼς ἐπὶ τοῦ χοιρ[ε]ίου εἴρηται ζωμὸν ποιοῦντες. >