Ancient Greek
448.3
Hippiatrica, Hippiatrica Berolinensia 448.3
Unproofread scanNot analysed yet
179 Ἐμπλαστρὸς ἢ διὰ δικτάμνον. λιθαργύρου δραχμὰς ϑ', κολοφωνίας δραχμὰς ν', κηροῦ δραχμὰς κϵ', ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχείας ἀνὰ δραχμῶν ιϛ', μάννης, χαλβάνης15 ἀνὰ δραχμῶν ιβ', ἰοῦ, χαλκοῦ κεκαυμένου, δικτάμνου, ἁλός, προπόλεως ἀνὰ δραχμὰς η', λεπίδος χαλκοῦ, διφρυγοῦς, γεν-τιανῆς ἀνὰ δραχμὰς εξ, ἐλαίου γο ιδ'. ἕψει τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἀμολύντου. εἶτα ἐπίβαλλε ἰὸν καὶ ἕψει ὡσαύτως, εἶτα ῥητίνην, ἀμμωνιακὸν σεσημένον, καὶ ἕψει,20 εἶτα διφρυγές, καὶ πάλιν ἕψει, καὶ τότε ἐπίβαλλε τὸν κηρόν, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίβαλλε χαλβάνην μετὰ τῆς προ-πόλεως μαλαχθεῖσαν, καὶ ἕψει ὀλίγον. ὕστερον δὲ χλιᾶνας, ἐπίβαλλε ἁλὸν, μάνναν, δικτάμνον, ἀριστολοχεῖαν, γεντιανήν, κἂν μολύννται, ἐπὶ κούφῳ πυρὶ ἕπει. καλὸν δὲ ἐστὶ καὶ384 ὀλίγον ὕδωρ ἐπιβάλλειν, ἵνα μὴ καῇ ἡ λιθάργυρος.