Ancient Greek
45.1
Hippiatrica, Hippiatrica Berolinensia 45.1
Unproofread scanNot analysed yet
σώψω καὶ ἐπηρμένας ὁμοίως, ῥῖνας διεσταλμένας, καὶ τὸ φερόμενον ἐξ αὐτῶν τε καὶ τοῦ στόματος ἐστὶν ἀφρώδες καὶ αἱματώδες, ἕλκεται δὲ καὶ ἐκ τῶν λαγόνων, καὶ ἀναφυσᾷ διὰ τῶν μυκτήρων, καὶ προθυμούμενος τρώγειν οὐ δύναται οὐδὲ πίνειν, ἀλλὰ κατὰ μικρὸν λαμβάνη, ῥῆξιν τε τοῦ σώματος πανταχοῦ ποιήται, ὥστε ἕλκευσθαι μάλιστα τὰ ἄκρα, ῥῖνας χεῖλη ὄντα, καὶ ἀποπίπτειν κάτω αὐτόματον, ἢ τε γλῶσσα συνδέηται, ἣν καὶ προβάλλει ἐκλευκὸν καὶ παρὰ φύσιν ἄμορφον, καὶ χρεμετίζειν |ἀδυνάτως ἔχει, ὁ τοιοῦτος ἐλεφαντιᾷ, καὶ οὐδὲν εἰς αὐτὸν ὑπάρχει βοήθημα. οὐ δεῖ δὲ τοῦτον μετὰ ἐτέρου ἐστάναι, ἀλλ’ ἐκβάλλεσθαι μακρὰν.