Ancient Greek
453.4
Hippiatrica, Hippiatrica Berolinensia 453.4
Unproofread scanNot analysed yet
208 Ἔγχυματισμὸς πρὸς διάφορα πάθη. πεπέρεως κόκκους μʹ, σμύρνης δραμᾶς ηʹ, κόστον, ἄκορον, νάρδου, μήνου, δάυκου ἂνὰ δραμᾶς δʹ, ἄσ[σ]άρον τὸ ἴσον, κρόκον δραμᾶς ηʹ, κινναμώμου δραμᾶς ιβʹ, πετροσελίνου δραμᾶς δʹ, κόψας πάντα κατʼ ἰδίαν, ἀνάπλασον μέλιτος ὡς χρηστοτάτου ἡλίκον κυάμω. ἔ(σ)τι δὲ πρὸς πνευματώσεις καὶ πρὸς τοὺς ἐν τῷ σώματι πόνους ὠφέλιμον, ὠφελεῖ δὲ καὶ σπληνικούς, ἡπατικούς καὶ νεφριτικούς, ποιεῖ δὲ καὶ πρὸς πόνους κεφαλῆς καὶ πρὸς τὰς ὑποψίας τῶν θανασίμων φαρμάκων.