Ancient Greek
55.2
Hippiatrica, Hippiatrica Berolinensia 55.2
Unproofread scanNot analysed yet
Εὐμύλου εἰς τὸ αὐτό. 3 Τῶν πνευμονικῶν σημεῖα τάδε· τὰ σκέλη καὶ αἱ φλέβες φλεοιδαίνουσιν, οἱ τε ὀχεῖς πυκνότερον ἄλλονται. ἐπιγίνεται δὲ καὶ πυρετὸς τῷ σώματι, ὃς τῆς χειρὸς πλησίον τῆς μασχάλης προσαχθείσης εὑρίσκεται. τούτου τοίνυν αἷμα ἀπὸ τοῦ τένοντος λαμβάνε, καὶ μέξας αὐτὸ θέρους μὲν ὄξει καὶ ἐλαίῳ, χειμῶνος δὲ οἴνῳ, τούτῳ τὸ σῶμα ὅλον ἀπόχρει. τῷ αὐτῷ δὲ καὶ προπότισμα δίδου ναρδοστάχυος, κρόκου, σμύρνης, σχοίνου, κασίας σύριγγος, πεπέρεως λευκοῦ ἀνὰ γὼ μίαν μέξας, εἰδὸὺτως ὀρόβων τὸ ἴσον προσβαλόν ἄλληλεσμένων, καὶ πάντα ἐν ταυτῷ λειώσας καὶ σήσας, μέλιτι ἀναλάμβανε καὶ φυλαττε, καὶ ἐκ τούτου ἐν τῇ χειρὶ ὀβολοῦ μέγεθος ὕδατι λειώσας, ἔχει διὰ τοῦ ἀριστεροῦ μυκτήρος. πρὸ δὲ τοῦ δοῦναι τὸν ἐγγραμματισμόν, ἀψινθίῳ καὶ νίτρῳ καὶ μέλιτι καὶ ὀξυχράτῳ τὸ στόμα ἀπότριβε. ἐὰν δὲ μὴ ὠφεληθῇ, καὶ καυτῆρα τούτῳ πρόσ-age, μέχρις οὐ πυοφορήση.