Ancient Greek
56.2
Hippiatrica, Hippiatrica Berolinensia 56.2
Unproofread scanNot analysed yet
Ἵπποχράτους εἰς τὸ αὐτό. φ λ θ' 5 Ἵππος τῷ πνεύμονι συνεχόμενος ὑγρὰ δεῖ διὰ τῶν ὀινῶν,καὶ διὰ τοῦ στόματος βαρὺ πνεῖ, καὶ τὰς λαγόνας ἀνεσταλ-μένας ἔχει. ἐγχυματίζεται δὲ οὕτως· ἀκροοδύων τὰ στυπτι-κώτατα καθεψήσας ἐν οἴνῳ κοτύλη μιᾷ, καὶ ἐλαίου ὡσαύτως, δίδον διὰ τοῦ στόματος, καὶ τροφῇ δὲ χρῶ λείᾳ, καὶ τῇ κριθῇ παράμιγε ὀρόβους, ἢ ἐγκέφαλον χοίρειον καθεψήσας ἐν οἴνῳ κοτύλη μιᾷ, καὶ ἐλαίου κοτύλης τῷ ἡμίσει συμμίξας, ἐγχυ-μάτιζε τὸ ἄροκοῦν, καὶ τῇ ἀρωματικῇ δὲ ὡσαύτως, ἢ ἀλεκτρυ-όνα ἐψήσας, μέχρις ἂν διαλυθῇ, καὶ συμμίξας γλυκέος οἴνου ξέστην ἕνα, ἐγχυμάτιζε. ποιεῖ δὲ καὶ αἵματος ἀφαίρεσιν κατὰ δύναμιν τοῦ ζῴου. δίδον δὲ καὶ ἄγρωστιν ἢ μηδικήν, καὶ τὸ ποτὸν διάγραινε ἀλεύρῳ, ἵνα τὴν δύναμιν τοῦ ζῴου εὐ-τραφῇ τρησήσῃ. . . ἐὰν δ καὶ<ρὸς ἐπιτρέπῃ. ἢ ἴριν Ἵλνρικὴν κόψας μετὰ ὕδατος καὶ ὥων καὶ ἐλαίου ἐγχυμάτιζε. >