Ancient Greek
58.1
Hippiatrica, Hippiatrica Berolinensia 58.1
Unproofread scanNot analysed yet
Εὐμήλου εἰς τὸ αὐτό. 4 Ἐνίων συμβαίνει τοὺς πνεύμονας ῥήγνυσθαι ἢ ἀπὸ τοῦ πάνυ πολὺ δραμεῖν ἀναχασθέντων ἢ ὑπὸ τοῦ συνεχῶς βήσσειν. τὰ τοιαῦτα οὖν ζῷά τινες ὀστέα καταπεπωκέναι νομίζουσι, διότι |καὶ τροφὴν καὶ ποτὸν ἀπληστότερον προσέθενται, καὶ πῦα φέρουσιν. προσπότιζε τοίνυν οὕτως· κρόκον, κασίας, νάρδον, σμύρνης, κινναμώμου σταθμὸν ἴσον λειώσας καὶ μέζας μετ’ οἶνον μέλανος κοτύλης μιᾶς δίδου. εἰ δὲ ταῦτα μὴ εὕρίσκοιτο, ὄροβον ἀληλεσμένον μέζας οἴνῳ καὶ ὕδατι θερμῷ, τὸ ἄροχὸν δίδου.