Ancient Greek
60.1
Hippiatrica, Hippiatrica Berolinensia 60.1
Unproofread scanNot analysed yet
μίζας στέατος τραγείου λίτρων α', καὶ αὐθὶς συλλέανας, ἐπὶ τρισὶν ἡμέραις διὰ κέρας ἐγχυμάτιζε. Θεομνήστου εἰς τὸ αὐτὸ πάθος. φλζ' 6 Ἀκολούθως μετὰ τὴν βῆχα καὶ περὶ πνευμονίας ἐγρῴφα· μάλιστα γὰρ ἀπὸ τῆς τάσεως ταύτης ὁ πνεύμων ὀήγνυται. γίνεται δὲ πολλάκις καὶ ἀπὸ ὁρόμου ὀήγμα ἢ πηδήματος, ὅταν ἐριλίου ἢ τάφρον ὑπερβῇ. πολλάκις δὲ τοῦτο συμβαίνει κατὰ τοὺς ἐν θήρα διαγμοὺς· ἐσθ' ὅτε δὲ καὶ πολὺ διψήσας ἵππος ἢ ἄλλο ὑποζύγιον, ἀθρόως σὺν πολλῷ πνεύματι σπαδάμενος τοῦ ποτοῦ, ὀήγνυσι τὸν πνεύμονα δι' αἰτίαν τοιαύτην· ὁ πνεύμων πάντων τῶν ἐντοσθίων λεπτότατον ἔχει τὸν ὑμένα καὶ πνεύματος οἰκείου πεπλήρωται πᾶς. τὸ δὲ ἐν αὐτῷ ὑγρόν, διὰ τὴν συνεχῆ κίνησιν ἀφρώδες ὤν, λεπτότατον ὑπάρχει σφόδρα. νεῦρον δὲ ἢ σαρξίον ἢ μὴς οὐδὲν αὐτῷ τυγχάνει, ἀλλ' ἔστι μαλακώτατος. ἡ γὰρ φύσις αὐτὸν τῇ ἐκπαλεὶ καρδίᾳ ὑπεστήσισε τοιούτον, ὡς ἂν μήποτε πρὸς ἀντιτυπὲς πελάσασα καὶ πληγεῖσα θανάτου παραίτια γένηται τῷ ζῷῳ. ὁ τοιοῦτος οὖν ἐν ὀλίγῃ τάσει ὀήξιν ὑπομένει. καὶ ὅταν μὲν ἐν ἀρχαῖς ἢ ὀήγμα ἐν πνεύμονι, ἀκολουθεῖ τὸ πάθος, ὅ χρὴ θεραπεύειν. ὅταν δὲ λάθῃ, ὑπόπνος γίνεται καὶ