Ancient Greek
61.29
Hippiatrica, Hippiatrica Berolinensia 61.29
Unproofread scanNot analysed yet
ἀθρόως ἐν τῇ ὥρῃ τοῦ πνεύμονος. δεῖ οὖν ἐγγυματίζειν ἐπὶ ἄλλο. 3 "Ἔσθ' ὅτε ἵπποι μὴ φέροντες τὸν λιμὸν καταπίπτουσιν. 227V οἵς εὐχερῶς ἔκτὸς μεγάλης ζημίας βοηθῆσαι ἐστι δυνατόν. καὶ γὰρ ὅταν ἄρχηται ἀπὸ τοῦ τοιούτου λιμοῦ κινδυνεύειν, καθαροῦ ἄρτου μέρος εἰς οἶνον ἐμβρέξας καὶ ἐν αὐτῷ τῷ οἴνῳ λειώσας, ὥστε χυλὸν ἐκ τούτου ποιῆσαι, καὶ μετὰ κέρατος ἐγχυματίσας βοηθήσεις. ἀλλὰ τοῦτο ἢ ἐν τῇ ἀρχῇ τοῦ λιμοῦ ἢ ἐν ὀδῷ ποίησον, ὅπου οὐκ ἔστι τὰ χειρώδη εὑρεῖν. εἰ δὲ παραμείνῃ ἡ τοιαύτη νόσος, σεμιδάλεως κυάθους τρεῖς μετὰ οἴνου μίκας, διὰ κέρατος δίδου.