Ancient Greek
64.3
Hippiatrica, Hippiatrica Berolinensia 64.3
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτὸ καὶ περὶ λαβροποσίᾱς. 4 Περὶ κριθιάσεως ἐντελέστερον διελθεῖν χρήσιμον. ὅταν ἐξ ὁδοιπορίας ὢν ἢ δρόμου ἐπὶ ἀσθμαίνων φάγῃ κριθάς, ἀπεπτεῖ, καὶ ἡ ὠμότης ὑπὸ τὴν βύρσαν ὑπελθοῦσα περιτρέχει πᾶν τὸ σῶμα. συσπᾶται οὖν καὶ οὐ προβαίνει, οὐδὲ τὰ ἄρθρα δύναται κάμπτειν, τὰ τε οὖρα μετὰ βίας προῖεται, ἱδροὶ τε τοὺς μηροὺς καὶ τὰς πλευράς, καὶ ἡ τροφὴ ὑπὸ τὸ ἄσθμα διδομένη ἕλκεται τῷ πνεύματι, καὶ οὐ θέλει ἐγείρεσθαι, ἀλλ’ ἐσθίει κατακείμενος.