Ancient Greek
68.2
Hippiatrica, Hippiatrica Berolinensia 68.2
Unproofread scanNot analysed yet
2 ὁμοίως καὶ τοῦ πυρεσσόντος ἐπιγνώσῃ τὴν κεφαλὴν κάτω ὁέπουσαν ἐπὶ τὴν γῆν. καὶ τοῦτον αἷμα ἀφαιρεῖν ἐκ τῶν κροτάφων καὶ τοῦ προσώπου. τῶν δὲ ὀπισθοτονικῶν, ὑπὸ τινῶν λεγομένων τετανικῶν, οὐ δεῖ αἷμα ἀφαιρεῖν. παραξηραίνεται γὰρ τὸ νευρώδες ἐν τῇ ἀφαιρέσει τοῦ αἵματος. οὐ μόνον δὲ τοῦτον ἄπτεται, ἀλλὰ καὶ τοῦ πάθους ἀσιτίαν παρεχομένου ἀδικεῖται φλεβτομούμενος. συμβαίνει δὲ τούτῳ ἀπὸ συντονίας δρόμου καὶ πλείονος ἕλασμοῦ ἀδυνατεῖν μὲν ἑστάναι, κατακλιθῆναι δὲ μὴ δύνασθαι βουλομένῳ, ἄχρις δὲ τοῖς ποσὶν ἐπιβαίνειν φλεγμαίνουσι. τοῦτον δεῖ ἐξαματί-ζειν τὰς ἐν τοῖς μεσοκυνίοις ἐναλλὰξ τῶν ἐμπροσθίων καὶ τῶν ὀπισθίων φλέβας.