Ancient Greek
71.1
Hippiatrica, Hippiatrica Berolinensia 71.1
Unproofread scanNot analysed yet
μίαν τῇ ἐπαύριον καὶ ταῖς ἐχομέναις σκάζοντα αὐτὸν καὶ ἐπιβαίνοντα μόλις. ἐὰν δέ τις ἀνωτέρω παρὰ τοὺς διδύμους διακόψῃ τὴν λεγομένην ὀφιώδη φλέβα, θάνατον ἐπιφέρει. ὅταν δέ τι συμβῇ ἀρρώστημα ἐν τοῖς ὀπισθίοις, καὶ χρήσῃ ἀφαίρεσιν αἵματος, ἀφαιρεῖν δεῖ ὑποκάτω τῶν ἄγκυλῶν παρὰ τοὺς ἀστραγάλους λεγομένους ἐκ τοῦ ἔντος μέρους ἢ τοῦ ἐκτὸς ἢ τῶν μεσοσυνίων. ἄθετοι δὲ καὶ αἱ ἐν τῇ στεφάνῃ τοῦ ποδὸς κεντήσεις· οὐ μόνον γὰρ ἐπιφέρουσι πῶρον τὸν λεγόμενον μάρμαρον, ἀλλὰ καὶ ἡ ὀπλὴ αἰτιᾶται. γίνεται γὰρ ἐν αὐτῇ φοινὶξ ἐν τοῦ νύγματος, καὶ διὰ τοῦτο ἐσθ’ ὅτε χωλαίνει.