Ancient Greek
72.4
Hippiatrica, Hippiatrica Berolinensia 72.4
Unproofread scanNot analysed yet
β Ὅταν δὲ συμβῇ ἐν τοῖς γόνασι καὶ ταῖς κνήμαις χαλάσματα γενέσθαι καὶ τὰ μεσοκύνια χθαμαλά, γινώσκειν δεῖ, ὅτι ἡ περόνη ἀρίσταται ἐν αὐτοῖς, καὶ ἔστι χολός. ὅσοι δὲ τὰ ὑποκάτω τῶν γονάτων, ἃ λέγεται κνήμαι, παχέα ἔχουσι καὶ σαρκώδη, ὁαδίως οὕτοι ἐν τῇ στάσει τοὺς πόδας ὧσσουσι, καὶ εἰσὶν οἱ λεγόμενοι ψελλισταί. οὐς δεῖ φλεβοτομεῖν ἐκ τῶν μεσοκυνίων κατὰ μήνα. |