Ancient Greek
76.1
Hippiatrica, Hippiatrica Berolinensia 76.1
Unproofread scanNot analysed yet
Κεφάλαιον ια' περὶ ὀφθαλμῶν λευκώματος. Ἀψύρτου. 1 Ἐὰν εἰς ὀφθαλμὸν ἐμπέσῃ δεῦμα, ἢ γένηται γλαύκωμα ἢ ἄογμος ἢ ἄχλὺς ἢ παράτρωψις ἢ πληγή, ὥστε λευκανθῆναι τὸν ὀφθαλμόν, τούτων διακόπτειν τὴν ἐν τῷ προσώπῳ φλέβα, ὑπὸ τὸ μῆλον λεγομένην, ἥτις καταγεί ἀπὸ τοῦ ὀφθαλμοῦ. ὅσοι δὲ διακόπτουσι τούτων συμβεβηκότων τὴν ἐν τῷ κροτάφῳ φλέβα, κακῶς περιβάλλουσι τὸν ὀφθαλμόν. γλαυκώματος δὲ γενομένου, περιέσχον καὶ τὸ φλεβοτομεῖν, ἔστι γὰρ ἀθεράπευτον. συμβαίνει δὲ ἐκ τούτου, ὃ καλεῖται ὕβωμα, ὅμοιον ψηφίδι λευκή.