Ancient Greek
89.2
Hippiatrica, Hippiatrica Berolinensia 89.2
Unproofread scanNot analysed yet
2 ἐὰν δὲ ποτε συμβῇ θολερὸν γενέσθαι τὸν ὀφθαλμὸν ὑπὸ πληγῆς ἢ ἐξ ἄλλης τινὸς αἰτίας ἢ παρατριψέως, ἢ ἀχλὺς ἐπιδράμῃ, ἀρίστον φλεβοτομεῖν διακόπτοντα τὴν ἐν τῷ προσώπῳ φλέβα ὑπὸ τὸ μῆλον, καὶ τῇ ἐπαύριον ἐναλείψαι τῷ προτέρῳ. χρηστοτέρα δὲ πρὸς τοῦτο ἡ σύνθεσις αὕτη· ἰοῦ ὀβολὸν αʹ, σμύρνης <ὀβολὸν αʹ>, ἀφρονίτρου Ἀλεξανδρίνου βʹ τριώγαντα ὡς λεπτότατα, καὶ μέλιτι Ἀττικῷ συλλεάναντα χρῆσθαι. πρὸς τὴν διακοπὴν δὲ τῷ διὰ τοῦ μὲν ἐλὼ συγκειμένῳ χρῶ. ὠφέλιμον δὲ καὶ τοῦτο· ὀρόβους |ἀλέσαντα καὶ σήσαντα ἐν ὀθονίῳ, καὶ μέλιτι μέξαντα Ἀττικῷ ἢ Κρητικῷ, καὶ συλλεάναντα ὑπαλείψαι ἔκτος τῆς διακοπῆς. 3 εὐχρηστον δὲ βοήθημα καὶ πρόσκαιρον ἐπὶ παντὶ τῷ συμβαίνοντι, ἐμφυσᾶν οἴνῳ, διαστέλλοντα τὸν ὀφθαλμόν. φλεγμονῆς δὲ γενομένης, χρῆσθαι τούτῳ τῷ βοηθήματι· ἄλφιτα μάσσοντα ἐν οἴνῳ, καταπλάσσειν καὶ ἐπιδεσμεῖν. ὅταν δὲ ῥευματίζηται καὶ μὴ ἴσῃται τὸ ῥεῦμα, περιμανυστέον τὸν ὀφθαλμόν, τὸ ὀρατικὸν σπόγγῳ κατέχοντα. ὑποτρέχει γὰρ τὸ καυτήριον. ἀρίστον δὲ τοῦτο πρὸς τοὺς ῥευματιζομένους· λιθάργυρον πλύναντα καὶ τριώγαντα, καὶ ὀσχνάμου χυλὸν ἴσον ἐκατέρου, καὶ ὅποῦ μήκωνος τρι-