Ancient Greek
91.1
Hippiatrica, Hippiatrica Berolinensia 91.1
Unproofread scanNot analysed yet
τρίτον, καὶ ἰοῦ καὶ θείου ὁμοίως τριάκοντα καθ’ ἕν, εἶτα κοινῇ, καὶ οἶνον διέντα γλυκεῖ παχυτέρῳ ἐγχρίειν. 6 τὸ δὲ τῶν πτερυγίων πάθος οὐκ εὐιάτων ἐστιν. γίνεται γὰρ τινα οἰονεὶ διαφθερία ἐπὶ τῶν βλεφάρων λευκά, καὶ ἀποτυφλοῖ τὸ ζῷον. ὑποβαλόν οὖν τὸν δάκτυλον, ἀποπόρπασον καὶ ἔκτεμε, εἶτα χρίσον τὸ περίτμημα ἄλσὶ καὶ ἑλαίῳ, καὶ ταῖς ἐξ ἡμέραις ἐνάλειφε μυελῷ προβατείῳ τῷ ἐκ τῶν καλουμένων νυμφιδίων. κολλυρίων δὲ διαφόρους συνθέσεις εὕρησεις γεγραμμένας ἐν τῷ δευτέρῳ μου βιβλίῳ. |